Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.205 Joseph. AJ 8.210 (English) >>Joseph. AJ 8.214

8.208εἰδὼς οὖν τὴν αἰτίαν διʼ ἣν μετατίθησι τὴν αὑτοῦ γνώμην ἀπὸ Σολόμωνος θεὸς δίκαιος εἶναι πειρῶ καὶ φύλαττε τὰ νόμιμα, προκειμένου σοι τῆς εὐσεβείας καὶ τῆς πρὸς τὸν θεὸν τιμῆς ἄθλου μεγίστου τῶν ἁπάντων, γενήσεσθαι τηλικούτῳ ἡλίκον οἶσθα Δαυίδην γενόμενον.” 8.209

Ἐπαρθεὶς οὖν τοῖς τοῦ προφήτου λόγοις Ἱεροβόαμος φύσει θερμὸς ὢν νεανίας καὶ μεγάλων ἐπιθυμητὴς πραγμάτων οὐκ ἠρέμει. γενόμενος δʼ ἐν τῇ στρατηγίᾳ καὶ μεμνημένος τῶν ὑπὸ Ἀχία δεδηλωμένων εὐθὺς ἀναπείθειν ἐπεχείρει τὸν λαὸν ἀφίστασθαι Σολόμωνος καὶ κινεῖν καὶ παράγειν εἰς αὑτὸν τὴν ἡγεμονίαν. 8.210μαθὼν δὲ τὴν διάνοιαν αὐτοῦ καὶ τὴν ἐπιβολὴν Σολόμων ἐζήτει συλλαβὼν αὐτὸν ἀνελεῖν. φθάσας δὲ γνῶναι τοῦτο Ἱεροβόαμος πρὸς Ἴσακον φεύγει τὸν Αἰγυπτίων βασιλέα, καὶ μέχρι τῆς Σολόμωνος τελευτῆς ἐκεῖ μείνας τό τε μηδὲν ὑπʼ αὐτοῦ παθεῖν ἐκέρδησε καὶ τὸ τῇ βασιλείᾳ φυλαχθῆναι. 8.211ἀποθνήσκει δὲ Σολόμων ἤδη γηραιὸς ὢν βασιλεύσας μὲν ὀγδοήκοντα ἔτη, ζήσας δὲ ἐνενήκοντα καὶ τέσσαρα· θάπτεται δὲ ἐν Ἱεροσολύμοις ἅπαντας ὑπερβαλὼν εὐδαιμονίᾳ τε καὶ πλούτῳ καὶ φρονήσει τοὺς βασιλεύσαντας, εἰ μὴ ὅσα γε πρὸς τὸ γῆρας ὑπὸ τῶν γυναικῶν ἀπατηθεὶς παρηνόμησε· περὶ ὧν καὶ τῶν διʼ αὐτὰς κακῶν συμπεσόντων Ἑβραίοις εὐκαιρότερον ἕξομεν διασαφῆσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.205 Joseph. AJ 8.210 (English) >>Joseph. AJ 8.214

Powered by PhiloLogic